
De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
διὸ καὶ αὐτοῦ τοῖς ὀνόμασι καὶ λόγοις Ἀριστοτέλης ἔφη· οἱ
μὲν γὰρ κᾀκεῖ εἰσιν οἱ τὸ εἶδος σοφισταὶ βιαζόμενοι· ἐπεὶ
δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται φαντασίᾳ·
τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο
ἔμπροσθεν· φαίνεται γὰρ καὶ τὸ ὄνομα διττὸν οὐχ οὕτως
ἔχον καὶ ὁ λόγος ὁμοίως καὶ οὐ τοσοῦτον καθ᾿ ἕκαστον
τῶν προειρημένων· τὰ παραδείγματα λάβοι τὶς ἂν ἔκ τε
τῶν καὶ Εὐδήμου κᾀξ ἄλλων· ἐπεὶ δ᾿ οὖν ἔχομεν πάντας
κατειλεγμένους τοὺς τρόπους, ἂν γένοιτό τι διττὸν, ἔχομεν
πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα. ταῦτα γὰρ οὖν ἐστι,
ἢ παρὰ τὸ διττόν· ἐχόμενον δὲ καὶ τὸ τοσαυταχῶς αὐτοῖς
τοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν, ὅτι ἢ ἐνεργείᾳ,
ἢ δυνάμει, ἢ φαντασίᾳ. δῆλον δ᾿ ὅτι καὶ συλλογισμοῦ
τρόπον, ὁποῖόν τις ἂν προέλοιτο, δυνατὸν ποιεῖν, ἅπαξ γε
τὴν διαίρεσιν ἔχοντα καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον
ἀπάγοντα. εἰ γὰρ τὸ δυνατὸν, ἀλλ᾿ ἔσται οὔτ᾿ ἐν ὀνόματι
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]