De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, ὡς ὅ ἐστί σου· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου, ἢ πατρός. πέμπτη δὲ παρὰ τὸν πλεονασμὸν, ὥσπερ ἡ τοιαύτη, ἀπηγόρευσεν αὐτῷ μὴ πλεῖν· τὸ γὰρ μή προσκείμενον ἀμφίδοξον ποιεῖ τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν. ἕκτην φασὶν εἶναι τὴν μηδὲν σαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς ἐν τῷ, καὶ νῦν καὶ μὴ παρήλασε. τὸ γὰρ στοιχεῖον ἂν μὴ γένοιτο διαζευκτικόν. ἑβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν μόριον, ὡς ἐν τῷ
Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.ὀγδόη ἡ μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ, Δίων Θέων ἐστίν· ἄδηλον γάρ ἐστιν εἴτε ἐπὶ τὴν ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ Δίων Θένω ἐστὶν, ἢ πάλιν· οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι κατηρίθμηνται. δῆλόν δέ γε, ὅστις μὴ παρέργως τῶν ἔμπροσθεν ἤκουσεν, ὅτι πάντες πίπτουσιν εἰς τοὺς
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]