Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)

Kühn 1827

σημαίνειν· τούτου γέ τοι διαφθαρέντος, οὐδὲ λέξις, οὐκοῦν ἐν τούτῳ καὶ ἡ ἀρετὴ, διὸ καὶ μόνη συναποβάλλεται· αἱ δ᾿ ἄλλαι, διὰ τὸ μὴ κατ᾿ αὐτὸ τὸ πρᾶγμα εἶναι, οὐδὲν κωλύονται καὶ περὶ τὴν μὴ σημαίνουσαν ὑπάρχειν, οἶον ἡ εὐαρμοστία καὶ ἡ εὐγραμματία. κρείττω γοῦν διὰ ταῦτα καὶ τῶν βαρβαρικῶν διαλέκτων ἑτέραν ἑτέρας φαμὲν, οἶον τὴν Περσίδα τῆς Αἰθιοπικῆς, καίτοι μὴ σημαίνουσαν ἡμῖν· τὸ δ᾿ αἴτιον, ὅτι φωνὴ μᾶλλόν ἐστιν ἢ λέξις. ἀλλ᾿ εἴ τῳ καὶ δοκεῖ τοῦτο κακία τὸ μὴ σημαίνειν καὶ πλανᾶταί τις διὰ τὴν ὁμοιότητα τοῦ καλεῖσθαι. ἀλλ᾿ ἐκεῖνο δὲ δῆλον, ὡς οὐδ᾿ ἂν διὰ ταύτην κακίαν σόφισμα συμβαίνοι. τίς γὰρ ἂν ὁμολογήσειεν, ἢ συνθείη τίς πρὸς ἄσημον καὶ ἀσαφῆ λέξιν. λείπεται δὴ διὰ τὸ μὴ εὖ σημαίνειν· τοῦτο δὲ, ὅτι διττόν. ἐν τούτῳ γὰρ ὑπάρχει μόνῃ τῇ λέξει, σημαίνειν μέν τι, μὴ εὖ δὲ σημαίνειν. τὸ γὰρ κύων ὄνομα σημαίνει μέν τι, οὔπω δὲ τόδε τι, οὐδὲ ἀφωρισμένον ὅπερ ἦν τὸ εὔληπτον·

Work

Title: Galen: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων

Domains: Logic, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 582-598

Publisher: Cnobloch, Leipzig

Download