Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)

Kühn 1827

τοῦτο μέλλει καλῶς εὑρεθήσεσθαι, ληπτέον πρότερον, ὃ τί ποτέ ἐστι λόγος τε καὶ ἐκ λόγων· λόγοι γὰρ καὶ αἱ προτάσεις· τούτων τινὶ ἤ τισι διττὸν ζητοῦμεν· ἔσται δὴ λόγος, ὡς πρὸς τὸ παρὸν ἀποχρώντως εἰπεῖν, σύνθεσις ὀνομάτων· καλῶ δὲ ὀνόματα κᾂν καὶ τὰ ῥήματα καὶ ὅλως τι σημαίνει διὰ τὸ γνωριμώτερα· ἀνάγκη τὸ διττὸν, ἢ ἔν τινι τούτων εἶναι τῶν ὀνομάτων, ἢ ἐν αὐτῷ τῷ λόγῳ· τρίτον γὰρ οὐδὲν ἔχομεν ὅπως συσταίη· ὁπόταν ὥσπερ οὐδ᾿ ἄν τις ἔχοι παρ᾿ ἕκαστα τῶν λίθων, ἢ τὸ συγκείμενον· καὶ τοῦτο, ἢ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ. παρὰ ταῦτα γὰρ οὐδὲν ἕτερόν τις εὕροι ὑπάρχον, ἢ λεγόμενον, καθάπερ ἐν ἄλλοις ἀποδέδεικται· πάντα δὲ ταῦτα συλλαβόντες ἔχουσιν οἱ εἰρημένοι τρόποι· ἐνεργείᾳ μὲν γὰρ τὸ διττὸν ἔχουσι παρά τε τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ ἐν ὀνόματι μὲν ὁ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφιβολίαν· ἐνεργείᾳ δὲ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· δυνάμει δ᾿ ὁπότε τῇ προσῳδίᾳ γίγνονται διττοὶ καὶ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν·

Work

Title: Galen: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων

Domains: Logic, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 582-598

Publisher: Cnobloch, Leipzig

Download