Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)

Kühn 1827

διὸ καὶ αὐτοῦ τοῖς ὀνόμασι καὶ λόγοις Ἀριστοτέλης ἔφη· οἱ μὲν γὰρ κᾀκεῖ εἰσιν οἱ τὸ εἶδος σοφισταὶ βιαζόμενοι· ἐπεὶ δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται φαντασίᾳ· τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο ἔμπροσθεν· φαίνεται γὰρ καὶ τὸ ὄνομα διττὸν οὐχ οὕτως ἔχον καὶ ὁ λόγος ὁμοίως καὶ οὐ τοσοῦτον καθ᾿ ἕκαστον τῶν προειρημένων· τὰ παραδείγματα λάβοι τὶς ἂν ἔκ τε τῶν καὶ Εὐδήμου κᾀξ ἄλλων· ἐπεὶ δ᾿ οὖν ἔχομεν πάντας κατειλεγμένους τοὺς τρόπους, ἂν γένοιτό τι διττὸν, ἔχομεν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα. ταῦτα γὰρ οὖν ἐστι, ἢ παρὰ τὸ διττόν· ἐχόμενον δὲ καὶ τὸ τοσαυταχῶς αὐτοῖς τοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν, ὅτι ἢ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ. δῆλον δ᾿ ὅτι καὶ συλλογισμοῦ τρόπον, ὁποῖόν τις ἂν προέλοιτο, δυνατὸν ποιεῖν, ἅπαξ γε τὴν διαίρεσιν ἔχοντα καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντα. εἰ γὰρ τὸ δυνατὸν, ἀλλ᾿ ἔσται οὔτ᾿ ἐν ὀνόματι

Work

Title: Galen: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων

Domains: Logic, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 582-598

Publisher: Cnobloch, Leipzig

Download