Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)

Kühn 1827

οὔτ᾿ ἐν λόγῳ, οὔτ᾿ ἐνεργείᾳ, οὔτε δυνάμει, οὔτε φαντασίᾳ· παρὰ ταῦτα δ᾿ οὐδὲν ὁ λόγος ἐδείκνυ· κατ᾿ αὐτὸ μὲν ἀφωρίσθω τὸν τρόπον τοῦτον· ὅτι δ᾿ οὐ κατ᾿ αὐτὸν τὴν διαίρεσιν εὑρήκαμεν, οὐ γὰρ Ἀριστοτέλει χαριζόμεθα νῦν. ἀλλὰ ταῦτα ἅπαντα κατὰ τὴν μέθοδον γέγραπται, δῆλον· τὸ μὲν γὰρ ἢ ἐν ὀνόματι δεῖν, ἢ ἐν λόγῳ τὸ διττὸν εἶναι σαφῶς αὐτὸς εἴρηκεν ἐν οἷς φησιν ὅτι τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις τὸ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ γνώριμον ἐκ τῆς τάξεως· γέγραπται γοῦν ἀφωρισμένα καθ᾿ ἕκαστον εἶδος ἢ γένος τὰ ὁμογενῆ, καὶ πρῶτα μὲν τὰ ἐνεργείᾳ, δεύτερον δὲ τὰ δυνάμει, τρίτον δὲ τὰ φαντασίᾳ, καθάπερ δίκαιον, ἢ διὰ τί ποτ᾿ οὐ συγκέχυται ταῦτα· ἀλλ᾿ ὡς γελοῖον ἴσως καὶ τὸ τῶν τοιούτων ἑτέραν πίστιν πειρᾶσθαι φέρειν, μὴ τὴν ἐκ τοῦ πράγματος· εἰ γὰρ οὕτως ἔχει καθάπερ ἡ τέχνη φησὶ δηλονότι καὶ γέγονε κατ᾿ αὐτὴν, ὥσπερ ἡ ἰατρικὴ, τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ ταὐτόματα ἐργάσαιτο· ταῦτα μὲν οὖν ὑπὲρ τούτων ἱκανὰ πρὸς τὸ παρόν ἐστιν.

Work

Title: Galen: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων

Domains: Logic, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 582-598

Publisher: Cnobloch, Leipzig

Download