Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)

Kühn 1827

[Οἱ τῆς ἀμφιβολίας καὶ τῶν ἄλλων σοφισμάτων τρόποι.] Εἴρηται δέ τινα καὶ τοῖς Στωϊκοῖς περὶ τῶν τοῦ μέρους δικαίων ἐπελθοῦσιν ἰδεῖν, εἴ τις ἔξω πίπτει τρόπος εἶναι εἰρημένων. εἴη γὰρ ἐπαγωγή τις αὕτη πίστις καὶ δίκαιον ἄλλως, μηδεμίαν δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον τίθεσθαι· τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον, ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων σκοπεῖν πραγματείας ἐστὶ, τὰς δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν αὐτὰς ληπτέον· εἰσί γε πρὸς τῶν χαριεστέρων λεγομένων τὸν ἀριθμὸν η΄. μία μὲν, ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρημένου καὶ τοῦ διαιρετοῦ, οἵα ἐστὶν ἡ αὐλητρὶς παῖς οὖσα· κοινὴ γὰρ αὕτη τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ εἰρημένου. δευτέρα δὲ, παρὰ τὴν ἐν τοῖς ἁπλῶς, οἷον ἀνδρεῖος, ἢ γὰρ χιτὼν, ἢ ἄνθρωπος. τρίτη δὲ, παρὰ τὴν ἐν τοῖς συνθέτοις ὁμωνυμίαν, οἷον ἄνθρωπός ἐστιν, ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει.

Work

Title: Galen: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων

Domains: Logic, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 582-598

Publisher: Cnobloch, Leipzig

Download