Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)

Kühn 1827

κατειλεγμένους ὑφ᾿ ἡμῶν τρόπους, τὸ δ᾿ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον· οὔτε γὰρ ἐκ τῶν εἰρημένων ἀπόδειξίν τις λάβοι τοῦ κατ᾿ οὐδένα τρόπον ἕτερον ἀμφίβολόν τι δύνασθαι συστῆναι, τό τε κᾂν τοῖς πεπλεγμένοις ὁμωνυμίαν φάσκειν συμβαίνειν, παντελῶς οὐδ᾿ ἀκουόντων ἐστὶν ὀνομάτων· πῶς δὲ οὐκ ἔστι ταῖς γενικαῖς διαφοραῖς εἰδικὰς καταριθμεῖσθαι, καθάπερ ἐπὶ τῶν τὴν διαίρεσιν ποιουσῶν ἀσήμαντον μόριον σημαῖνον διαιρούμεναι. λάβοι γὰρ ἂν οὕτως πλείους τὰς εἰδικὰς διαφοράς· ἔτι δ᾿ ἂν τοῦτον τὸν τρόπον τὰς καὶ τῆς ὁμωνυμίας τις ποιήσειε πλείους εἰδικὰς λεγομένας διαφορὰς, ὅτι αὐτὸς παρὰ τὸ ἀπὸ τύχης, αἱ δὲ παρὰ τὴν ἀναλογίαν, ἢ ὁμοιότητα, ἢ ἄλλον τινὰ τρόπον συνίστανται· καὶ μὴν καὶ τῆς ἐν λόγῳ ὁμωνυμίας ἀπ᾿ αὐτῶν λεγομένης πλείους οἱ τρόποι, οἱ μὲν γὰρ τῇ παραθέσει τῶν ὁμοίων πτώσεων γίγνονται, ὡς ἐν τῷ, εἴη μέλλει τὸν Σωκράτην νικῆσαι· οἱ δ᾿ ἄλλοι τρόποι· ταῦτα μὲν ἐλάττω, ἐκεῖνο δ᾿ ἄξιον ἀπορίας, πῶς τὰ περὶ τὰς φαντασίας διττὰ, πολὺ δὲ μᾶλλον ἔτι, πῶς τὰ τῆς προσῳδίας· οἱ γὰρ τιθέμενοι διττοὺς

Work

Title: Galen: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων

Domains: Logic, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 582-598

Publisher: Cnobloch, Leipzig

Download