
De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
ἄν τις εὐδοκιμήσειεν παρὰ τοῖς πολλοῖς, εἰπεῖν τι καὶ πρᾶξαι
πρὸς ἡδονὴν, κολακεύεσθαι, θωπευτικῶς προσαγορεύειν
ἑκάστης ἡμέρας, τοὺς πλουτοῦντάς τε καὶ δυναμένους ἐν
ταῖς πόλεσι συμπροέρχεσθαι, παραπέμπειν προερχομένους
οἴκαδε, δορυφορεῖν ἐν τοῖς δείπνοις, βωμολοχεύεσθαι. τινὲς
δ᾿ αὐτῶν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τῇ τῶν ἱματίων καὶ
δακτυλίων πολυτελείᾳ καὶ τῷ πλήθει τῶν ἀκολουθούντων καὶ
σκευῶν ἀργυρῶν παρασκευῇ τοὺς ἰδιώτας ἀναπείθουσιν, ὡς
ἀξιοζήλωτοί τινες ὄντες. ἐκ τούτων οὖν ἁπάντων τὰ μὲν
ἥδοντες, τὰ δ᾿ ἐκπλήττοντες ἀνθρώπους ἀπείρους ἀληθινῆς
κρίσεως πραγμάτων, ὡς μὲν οὗτοι νομίζουσιν, ἀγαθῶν πολλῶν
τυγχάνουσιν, ὡς δ᾿ ἐγὼ φαίην ἂν οὕτως ὄντων ἀγαθῶν
ἄλλων, αὐτοὶ ψευδῆ ὑπειλήφασιν. ἅτε δ᾿ ὄντες τοιοῦτοι,
τἄλλα παρανομεῖν οὐκ ὀκνοῦσιν, ἐλαχίστῳ τε χρόνῳ τὰς
τέχνας ἐπαγγελλόμενοι διδάσκειν ἀθροίζουσι πλῆθος μαθητῶν,
ἐξ ὧν καὶ αὐτοὶ προσλαμβάνουσι τὸ δύνασθαι κατὰ
τὰς πόλεις, ἐν αἷς διατρίβουσιν. αὕτη μὲν οὖν κοινὴ τῶν
τεχνῶν ἁπασῶν δυστυχία κατείληφε τὸν νῦν βίον. ἡ δὲ τῆς
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]