
De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
ἰατρικῆς ἐστι μὲν πολυειδὴς, ἀλλ᾿ ἕν τι τῶν κατ᾿ αὐτὴν
ἔγνωκα προχειρίσασθαι τῶν ἐμοὶ μάλιστα διαφερόντων.
ὅταν γάρ τις ἰατρὸς τῷ νόμῳ μεμαθηκότων αὐτὴν, ἢ παραφροσύνην
ἐσομένην ἐπινοσοῦντος, ἢ ῥῖγος, ἢ καταφορὰν,
ἢ αἱμοῤῥαγίας, ἢ παρωτίδας, ἢ ἀπόστασιν ἄλλην ἐς ὁτιοῦν
μέρος, ἢ ἔμετον, ἢ ἱδρῶτας, ἢ κοιλίαν ταραχθησομένην,
ἢ συγκοπὴν, ἢ τι τῶν τοιούτων προείπῃ ἄλλο, ξένον
τε καὶ τέρας τοῖς ἰδιώταις ὑπ᾿ ἀηθείας φαίνεται καὶ τοσοῦτον
ἀποδεῖ τοῦ θαυμάζεσθαι παρ᾿ αὐτοῖς ὁ προειπὼν,
ὥστε ἀγαπήσειεν ἂν, εἰ μὴ καὶ γόης τις εἶναι δόξειεν. ὀλίγοι
δέ τινες αὐτῶν οὐκ ἀπογινώσκουσι μὲν, ὡς ἀδυνάτου
τῆς τοιαύτης θεωρίας· ἐρωτῶσι δ᾿ εὐθέως καὶ αὐτὸν τὸν
προειπόντα καὶ τοὺς ἄλλους ἰατροὺς, εἰ καὶ τοῖς ἔμπροσθεν
εὕρηταί τι τοιοῦτον, ἢ μόνον αὐτοῦ τοῦ προειπόντος ἐστὶν
εὕρημα. τοὐντεῦθεν οὖν ἀναγκαῖον γίγνεται τοὺς μὲν ἰατροὺς
ἀποκρυπτομένους σφετέραν ἀμαθείαν, ἴσως δέ τινας
καὶ ὄντως ἀγνοοῦντας, οὐδενὶ φάναι τῶν ἔμπροσθεν οὐδὲν
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]