De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
τοιοῦτο γεγράφθαι, γόητα δ᾿ εἶναι τὸν ἐπιδεικνύμενον τοιαύτην
πρόῤῥησιν. αὐτὸν δὲ τὸν προειπόντα, μήθ᾿ ὅτι γέγραπται
πολλοῖς τῶν ἔμπροσθεν καὶ μάλιστα τῷ Ἱπποκράτει,
τῷ πάντων ἡμῖν τῶν καλῶν ἡγεμόνι, τολμᾷν εἰπεῖν
αἰδοῖ τε ἅμα τῶν παρόντων ἰατρῶν καὶ μίσους ὑποψίᾳ,
μήθ᾿ ὡς αὐτὸς εὑρηκὼς εἴη, ψεύδεσθαι γὰρ οὕτως καὶ μᾶλλον
μισηθήσεσθαι πρὸς αὐτῶν. ἄπορον δὴ πανταχόθεν ἐρώτημά
τις ὑπεχόμενος, ὀκνῶν οἶμαι καὶ διαβουλευόμενος, αὐξάνει
μὲν τὴν τῆς γοητείας ὑποψίαν αὐτῷ τῷ μέλλειν ἀεὶ,
τελευταῖον δὲ φθόνον ὑπ᾿ ἑαυτὸν ἤγειρεν, ὥστ᾿ ἐπιβουλεύεσθαι
πρὸς αὐτῶν. πρώτη μέντοι τῆς φαρμακείας ἐνέδρα·
δευτέρα δὲ ᾗ Κόϊντος ἥλω, βελτίων μὲν ὢν ἰατρὸς τῶν καθ᾿
ἑαυτὸν, ἐκβληθεὶς δὲ τῆς πόλεως, ὡς ἀναιρῶν τοὺς νοσοῦντας,
ὥστε δυοῖν θάτερον ἀναγκαῖον γίνεται παθεῖν τὸν
φιλοσόφως τὴν τέχνην μετιόντα καὶ τῶν Ἀσκληπιαδῶν
ἀξίως ἢ παραπλησίως Κοΐντῳ φαγαδευθέντων, λαμπρὰ τῆς
αἰσθήσεως τὰ ἐπίχειρα κομίσασθαι ἢ διαβαλλόμενόν γε φανερῶς,
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]