
De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
εἰ μὲν ἀτολμηρότερος εἴη, τὰ δὲ ἀπολογούμενον, τὰ
δὲ ὑποπτήσσοντα, λαγῶ βίον ζῇν, ἀεὶ τρέμοντα καὶ τί πείσεσθαι
προσδοκῶντα, πρὸς τῷ καὶ τὴν τῆς γοητείας ὑποψίαν
αὐξάνειν. εἰ δ᾿ εὐτονώτερος ὢν ὁμόσε χωρεῖ καὶ διαμάχεται
μόνος πολλοῖς πανούργοις ἀνθρώποις καὶ πολλοὺς
ἀδοκιμωτάτους τρόπους ἠσκηκόσιν αὐτὸς ἐκ παιδείας καὶ
μαθημάτων ὁρμώμενος καὶ τῶν τοιούτων ἄπειρος κακῶν,
ἤτοι κατὰ κράτος ἁλόντα, γενέσθαι τὸ λοιπὸν ἐπ᾿ ἐκείνοις,
ὅ τι ἂν αὐτῷ χρῆσθαι βουληθῶσιν, ἢ εἴπερ ἐπὶ πλέον ἀντέχοι
καὶ διαγωνίζοιτο, τύχῃ τινὶ χρησάμενος θαυμαστῇ. τὸ
μὲν οὖν ἀεὶ πολεμεῖν τε καὶ πολεμεῖσθαι τὸν χείριστον τῶν
πολέμων, ὃν ὀνομάζουσιν ἐμφύλιον, ἐκφεύγειν μὴ δύνασθαι.
συμβαίνειν οὖν ἀναγκαῖον πολλοῖς τῶν οὕτως παρεσκευασμένων
καὶ τῶν ἄλλων ὅσοι τετιμήκασιν ἀλήθειαν εἰλικρινῶς,
οὐ διὰ τί τῶν ἔξωθεν, ἀλλ᾿ αὐτὴν δι᾿ ἑαυτῆς, ὅταν ἅπαξ
πειραθῶσι τῆς κατεχούσης τὸν νῦν βίον ἀδικίας καὶ γνῶσι
σαφῶς, ὡς οὐδὲν ἔσονται τοῖς ἀνθρώποις ὄφελος, ἐξαναχωρεῖν
τοῦ τῶν πολλῶν συρφετοῦ καὶ ὥσπερ χειμῶνι μεγάλῳ
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]