De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
καὶ ζάλῃ πνευμάτων, ἑαυτοὺς γοῦν σῶσαι σπεύδοντας. οὗτοι
δὲ τοῖς πολλοῖς μὲν ἄγνωστοι, γνώριμοι δὲ καὶ φίλοι μάλιστα
μὲν καὶ πρῶτον θεοῖς, εἶτα τῶν ἀνθρώπων τοῖς ἀρίστοις
ἐν ἡσυχίᾳ βιοῦσιν, ἐπιτρέψαντες τοῖς πανούργοις εὐδοκιμεῖν
παρὰ τοῖς πολλοῖς ἀνθρώποις. ἁπάντων δὲ τούτων
τὰ αἴτια τοῖς ἀνθρώποις ἐστὶ, τῶν πλουτούντων ἐν
ταῖς πόλεσι καὶ δυναμένων ἡ τρυφή. οἱ περαιτέρω ἡδονὴν
ἀρετῆς τετιμηκότες ἐν οὐδενὶ λόγῳ τίθενται τούς τι καλὸν
ἐγνωκότας, τοῖς δὲ ἄλλοις ὑφηγήσασθαι δυναμένους. ὅλοι δ᾿
ἐπὶ τοῖς τὰς ἡδονὰς ἐκπορίζουσίν εἰσι καὶ τούτους πλουτίζουσι
καὶ θαυμάζουσι καὶ ὑψηλοὺς αἴρουσιν, ὥστε τῶν μὲν
ὀρχηστῶν καὶ τῶν ἡνιόχων εἰκόνας ποιοῦνται, τοῖς τῶν
θεῶν ἀγάλμασι συνέδρους. τοὺς δ᾿ ἀπὸ τῶν μαθημάτων
τοσαῦτα τιμῶσιν, ὅσα τῆς χρείας αὐτῶν δέονται. τὸ
γὰρ ἐν ἑκάστῳ καλὸν οὐ θεωροῦσιν, οὔτε τῶν δεινῶν αὐτῶν
ἀνέχονται, ἀλλὰ γεωμετρίας μὲν καὶ ἀριθμητικῆς ὅσον
εἰς ἀναλωμάτων λογισμοὺς καὶ οἰκίας κατασκευὴν, ἀστρονομίας
δὲ καὶ μαντικῆς ὅσον εἰς τὸ προγνῶναι τίνων κληρονομήσουσι
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]