De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
χρῄζουσιν, ὥσπερ γε καὶ μουσικῆς· ὅσον εἰς ἡδονὴν ἀκοῆς. τὴν δὲ τούτων συμπάντων τὸ κῦρος ἔχουσαν φιλοσοφίαν, ἀποδεικτικῆς θεωρίας οὐδὲν αὐτοῖς μέλει, πλὴν ὅσον ἡ χρεία προσάγει τινὰς τῶν ῥητορικῶν ἀνδρῶν, ὀργάνῳ πανούργῳ, τῇ σοφιστικῇ καλουμένῃ χρῆσθαι θεωρίᾳ. φιλοσοφίας γὰρ αὐτῆς οὐδὲν ἐπαΐουσιν, ἀλλὰ πάντων μαθημάτων ἀχρηστότατον τοῦτο νενομίκασιν ὁμοίως τῷ κέγχρον τρυπᾷν. οὗτοι τοίνυν εἰσὶν οἳ καὶ τῆς ἰατρικῆς τὴν ἀναγκαίαν χρείαν ὁρῶσι μόνην, οὐδὲ ταύτην ὀρθῶς ἀλλ᾿ ὡς Πλάτων πού φησιν, εἰ δέοι κρίνεσθαι παρὰ παισὶν, ἢ ἀνθρώποις ἄφροσιν ἰατρὸν καὶ μάγειρον, ὁ μάγειρος ἂν οὐκ ὀλίγῳ δή τινι πλέον ἐνέγκαιτο.
Ταῦτ᾿ οὖν ἐγὼ ἀγνοῶν, κατὰ τὴν προτέραν ἐπιδημίαν ἐν Ῥώμῃ μοι γενομένην οὐδὲν ὑφορώμενος ἐπεδεικνύμην οὐ διὰ λόγων ψιλῶν, ἀλλὰ τοῖς ἔργοις τάς τε τῶν ἐσομένων προγνώσεις καὶ τὰς θεραπείας ἄχρι τοῦ γενέσθαι τι τοιοῦτον, ὡς ἐπίστασαι σὺ ὁ μάλιστα παρὼν τῇ νόσῳ πάσῃ, μέχρι τέλους ἀπ᾿ ἀρχῆς Εὐδήμου τοῦ περιπατητικοῦ
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]