De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
φιλοσόφου. ἤρξατο μὲν γὰρ ἡμέρᾳ τινι μετὰ λουτρὸν
ἀνωμαλία τις αὐτῷ, φρίκη δ᾿ ἀπὸ ὥρας ὀγδόης, δι᾿
ἦς ἀναγκασθεὶς ἀσιτῆσαι, κατὰ τὴν ὑστεραίαν ἀμέμπτως
διάγων ὑπέλαβεν ἀσφαλέστερον εἶναι τὴν ὀγδόην ὥραν
ὑπερβάλλειν. ὡς δ᾿ οὐ κατ᾿ αὐτὴν ἀπήντησέ τι δυσχερές
ἀντήσαντί γε μέχρι τῆς ἐνάτης καὶ πρόσω οὐδεμία παραλλαγή
τις ἐφαίνετο, λουσάμενός τε καὶ βραχέα προσενεγκάμενος
ἐπὶ τῇ τρίτῃ ἡμέρᾳ συνεγένετο μὲν, ὡς ἔθος, ἡμῖν.
ἀσφαλείας δ᾿ ἕνεκεν ἔδοξεν αὐτῷ καὶ κατ᾿ ἐκείνην ὑπερβάλλειν
τὰς ὑπόπτους ὥρας. ἐλούσατο οὖν μετὰ τὴν ὀγδόην καὶ
τραφεὶς εὐφόρως ἐπέπειστο μηδὲν αὐτῷ γενήσεσθαι δυσχερές.
ἐν τῇ τετάρτῃ δὲ τῶν ἡμερῶν, ἐν ἧ συγγενόμενος ἡμῖν
ἐπὶ τὸ βαλανεῖον ἐστέλλετο, μειδιάσας τε ἅμα καὶ ἀποβλέψας
πρός σε, πότερα, ἔφη, καὶ κατὰ τήνδε τὴν ἡμέραν τετάρτην
οὖσαν ἀσφαλέστερόν ἐστιν ὑπερβάλλειν τὴν ὀγδόην
ὥραν ἢ τῷ λουτρῷ χρηστέον ἤδη; σὺ μὲν οὖν, ὡς οὐδενὸς
ἐσομένου δυσχεροῦς, ἐκέλευσας ἐπιέναι λουσόμενον, οἵ τ᾿
ἄλλοι πάντες οἱ παρόντες, ἐγὼ δ᾿ ἐσιώπων μόνος. ἐρομένῳ
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]