De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
δὲ αὐτῷ περὶ τῆς σιωπῆς ἀπεκρινάμην οὐκ εἶναί μοι τελέως
ἀνύποπτον ἀρχὴν γεγονέναι τεταρταίας περιόδου κατὰ
τὴν πρώτην ἡμέραν, ἡνίκα με τὸν σφυγμὸν ἐκέλευσας ἅψασθαι.
τὸ δὲ μὴ προεγνωκέναι μέ ποτε τὸν κατὰ φύσιν σου
σφυγμὸν ὁποῖός τις ἦν, οὗ χωρὶς οὐχ οἶόν τε τὰς βραχείας
αὐτοῦ μεταβολὰς εἰς τὸ παρὰ φύσιν ἐπιγνῶναι, σαφῶς οὐδὲν
ἀπεφηνάμην, ὥσπερ οὐδὲ νῦν πλέον ἔχω τι τῆς τότε μοι
γενομένης ὑποψίας εἰπεῖν. ἐλούσατό τε οὖν εὐφόρως καὶ
ἐτράφη μετρίως, εἶτα περὶ τὴν ἑσπέραν μετακαλεσάμενός
με καὶ πάλιν τὸν σφυγμὸν αὐτοῦ κελεύσας ἅψασθαι, τὴν
αὐτὴν ἀπόφασιν ἤκουσεν ἣν πρὸ τοῦ λουτροῦ, καὶ
μᾶλλον ἔτι θαῤῥαλεώτερον, ἢ τότε. διὰ τοῦτο οὖν ἔδοξε τὴν
ἑξῆς ἡμέραν, ἑβδόμην μὲν ἀπὸ τῆς ἀρχῆς ἐσομένην, τετάρτην
δὲ ἀπ᾿ ἐκείνης, ἀκριβέστερον παραφυλάξαι καὶ διατρίψας
ἐπὶ τῆς οἰκίας ἐλούσατό τε καὶ σιτίων προσηνέγκατο
πλειόνων, ὡς οἶσθα, τελέως ἀπύρετον αὐτὸν εἶναι φάντων.
ἐγὼ μὲν οὖν ἐρομένῳ σοι, μέμνησαι γὰρ πάντως καὶ τοῦτο,
τὴν ὑποψίαν μοι νῦν φήσας, ὡς μικροτάτης τινὸς αὐτῷ τεταρταίας
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]