De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
περιόδου προοίμιον εἴη συμβαῖνον. ἐχωρίσθην ἔχων
ἐπισκοπεῖσθαί τινα περὶ τὴν ἑσπέραν ἄῤῥωστον οὐκ ἐγγὺς
οἰκοῦντα. λουσάμενος δ᾿ Εὔδημος ἐτράφη μὲν εὐθέως, οὐ
μετὰ πολὺ δὲ θερμασίας ᾔσθετο δι᾿ ὅλου τοῦ σώματος, ἣν
ἐν τῷ ποθέντι πόματι γεγονέναι νομίσας. οἴνου γὰρ παλαιοῦ
προσηνέγκατο κατὰ τὴν ὑστεραίαν αὐτὸ τοῦτο διηγήσατο
τοῖς συνήθεσιν ἰατροῖς, αἰτιασαμένων τε κᾀκείνων
ἑτοίμως τὸν οἶνον, οὐδὲν ἔτι νομίσας ἔσεσθαι δυσχερὲς ἐν
τῇ τετάρτῃ μετὰ τὴν γενομένην θερμασίαν, ἐλούσατό τε καὶ
διῃτήθη τῷ συνήθει τρόπῳ, σαφῶς δὲ πυρέττειν ἀρξάμενος,
ἐπείσθη τεταρταίου μὲν εἶναι περίοδον. ἐπῄνει δὲ τοὐντεῦθεν
ἐμὲ μόνον, ὡς ἀκριβῶς ἁπτόμενον σφυγμοῦ κατὰ τὸν
ἔμπροσθεν χρόνον, ἐν φιλοσοφίας θεωρίᾳ μόνῃ πεπεισμένος
ἀξιόλογον ἕξιν εἶναί μοι, τῶν δὲ κατὰ τὴν ἰατρικὴν ἐν
παρέργῳ πεφροντικέναι. καὶ γὰρ ἐπέπειστο τοῦ πατρὸς ἐπὶ
φιλοσοφίαν ἄγοντός με, προσταχθὲν αὐτῷ δι᾿ ὀνείρων ἐναργῶν,
ἐκδιδάξαι καὶ τὰ τῆς ἰατρικῆς, οὐχ ὡς πάρεργόν τι
μάθημα τοῦτο. συνέβη μοι γεγονέναι τότε κατά τινα τύχην,
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]