De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
ἀλλὰ καὶ διπλοῦν ἐργάσεται τὸν τεταρταῖον. καὶ τήν
γ᾿ αἰτίαν ἐρωτήσαντος αὐτοῦ, δι᾿ ἣν οὕτως ἀπεκρινάμην,
ἄπεπτον ἔφην ἔτι εἶναι τὸ νόσημα, τό τε φάρμακον τοῦτο
κακοχυμίαν ἄπεπτον καὶ μάλιστα ἐν χειμῶνος ἀρχῇ, μέχρι
μὲν τοῦ ταράξαι δύνασθαι προσαγαγεῖν, οὐ μὴν οὔτε πέψαι
τελέως οὔτε διαφορῆσαι. ταῦτα μὲν οὖν ἀπεκρινάμην
ἐγὼ τῷ Εὐδήμῳ. κατὰ δὲ τὴν ὑστεραίαν ἕωθεν ἀφικόμενοι
πρὸς αὐτὸν, οὐδέπω παρόντων ἡμῶν, ἔδοσαν τὸ φάρμακον
αἰδεσθέντος διηγήσασθαι τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα αὐτῷ καὶ
ἅμα θεασάμενος μετ᾿ ἐνστάσεως, ὡς ὑποσχομένους τοὺς
ἀφικνουμένους ἰατροὺς ἅπαντας, ὀνήσειν αὐτὸν οὐ σμικρὰ
τὴν τοῦ φαρμάκου προσφοράν. γενομένου δὲ τοῦ παροξυσμοῦ
κατὰ τὴν αὐτὴν ὥραν, ἐνίοτε συμβαίνειν οὕτως ἔφασαν ἐπὶ
τῆς πρώτης πόσεως, ὡς κινεῖσθαι καὶ μοχλεύεσθαι τὸ νόσημα.
δεύτερον δὲ πιόντα ἀπαλλάττεσθαι τελέως, εἰ
κατὰ τὴν ἡμέραν, ἐν ᾗ προσδοκᾶται γενησόμενος ὁ διὰ τετάρτης
παροξυσμὸς, ὁμοίως ἕωθεν αὐτοῦ προσενέγκαιτο.
ἐκεῖνοι μὲν οὗν οὕτως εἰπόντες ἐχωρίσθησαν εὐέλπιδες. οὐ
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]