Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

περιμείνας δὲ τὴν ἑξῆς περίοδον ὁ τεταρταῖος ἀπροσδοκήτως ἐνέβαλε τὴν ὀγδόην ὥραν, ἰσχυρότερος ἢ κατὰ τὴν προτέραν ἡμέραν ἐγεγόνει. ἐλθοῦσιν οὖν ἕωθεν αὐτοῖς, ὡς οἶσθα, δεύτερον ἐδόκει διδόναι τοῦ φαρμάκου. καὶ δὴ καὶ δόντες ἐπὶ τῆς ἡμέρας ἀνάλογον τῷ προτέρῳ παροξυσμῷ τὸ φάρμακον ἐχωρίσθησαν. ὁ γοῦν ἀνάλογος τῷ προτέρῳ παροξυσμῷ κατ᾿ αὐτὸν ἀπήντησε καὶ ὁ μετ᾿ αὐτὸν ἐπιγενόμενος δεύτερον· ἐφ᾿ ᾦ κατὰ τὴν ἑσπέραν ἐπυνθάνετό μου τίνα προσδοκίαν ἔχοιμι τῶν μελλόντων. ἐγὼ δὲ, ὡς οἶσθα, καταμαθὼν αὐτοῦ τὴν κίνησιν τῶν ἀρτηριῶν, νῦν μὲν, ἔφην, ἀποκρίνασθαί σοί τι πρὸς τὴν ἐρώτησιν ἀσφαλῶς ἀδύνατος ὑπάρχω, ἕωθεν δὲ τάχα ἂν δυνηθείην, θεασάμενος ἅπαντα τὰ διὰ τῆς νυκτὸς οὐρηθησόμενα. παραγενόμενος οὖν ὑπὸ τῆς ἕω καὶ θεασάμενος αὐτὰ, ἐαθῆναί τε κελεύσας αὖθις, ἐὰν οὐρήσῃ τι μεταξὺ, περὶ τετάρτην ὥραν ἔφην ἀφίξεσθαι. καὶ μὴν καὶ παραγενόμενος, ὡς ἐθεασάμην τε τὰ οὖρα καὶ τῶν σφυγμῶν ἐπὶ πλέον ἡψάμην, ἀπεφηνάμην αὐτῷ τρίτον τεταρταίου γενήσεσθαι παροξυσμὸν, ὡς περὶ τὴν αὐτὴν ὥραν. ἐγὼ μὲν οὖν ἐχωρίσθην· ὀλίγον δ᾿ ὕστερον

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]