Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἐπισκεψόμενοι τὸν Εὔδημον ἀφίκοντο Σέργιός τε καὶ ὁ Παῦλος, ὃς οὐ μετὰ πολὺν χρόνον ὕπαρχος ἐγένετο τῆς πόλεως, καὶ Φλάβιος ὑπατικὸς μὲν ὢν ἤδη καὶ αὐτὸς, ἐσπευκὼς δὲ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὥσπερ καὶ ὁ Παῦλος, οἶς διηγησάμενος ἅπαντα ὁ Εὔδημος τὰ κατ᾿ ἐμὲ, λυπεῖν ἔφη τὴν σήμερον ἐσομένην πρόῤῥησιν ἐπὶ τοῦ μέλλοντος παροξυσμοῦ, παραφυλάττειν δ᾿ ὅπως ἀποβήσοιτο. γενομένου δὲ κᾀκείνου περὶ τὴν αὐτὴν ὥραν τοῖς προγεγενημένοις ὁ μὲν Εὔδημος ἐθαύμαζέ τε καὶ τοῖς ἐπισκοπουμένοις αὐτὸν ἅπασιν ἐδήλου τὰς ἐμὰς προῤῥήσεις. ἦσαν δὲ οὗτοι σχεδὸν ἅπαντες οἱ κατὰ τὴν Ῥωμαίων πόλιν ἀξιώματί τε καὶ παιδείᾳ προὔχοντες. ὁ δ᾿ οὖν Βοηθὸς, ἀκηκοὼς εἰς ἄκρον ἠσκῆσθαί με τὴν ἀνατομικὴν θεωρίαν, ἔτυχεν ἤδη παρακαλῶν ἐπιδεῖξαί τι περὶ φωνῆς τε καὶ ἀναπνοῆς, ὅπως τε γίγνοιτο καὶ διὰ τίνων ὀργάνων. ὡς οὖν ἐγνώρισέ μου τὸ ὄνομα καὶ τοῦτ᾿ αὐτὸ τῷ τε Παύλῳ διηγήσατο καὶ μετὰ τὴν πεῖραν ἔφη παρακαλεῖν με, δεῖξαί τε καὶ αὐτῷ· πᾶν γὰρ ἔφη δεῖσθαι τῆς θέας τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]