Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ὁ Παῦλος. ὁμοίως δὲ καὶ Βάρβαρος ὁ θεῖος τοῦ βασιλεύοντος Λευκίου, κατὰ τὴν Μεσοποταμίαν ὀνομαζομένην ὄντος ὑπάρχου, ἐδεῖτο τοῦ μαθήματος καὶ αὐτὸς, ὥσπερ ὁ Παῦλος. ὕστερον δὲ καὶ Σεβῆρος ὕπατος μὲν ὢν, ἐσπουδακὼς δὲ καὶ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν. ὅπως μὲν οὖν τὰ κατὰ τὰς ἀνατομὰς ἐγένετο, γινώσκοντί σοι βραχείας ἀναμνήσεως δεήσει, μικρὸν ὕστερον ἐσομένης.

Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. καταπονούμενος γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων ἀπήλπιστο πρὸς τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἶα διδασκάλῳ μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον, ἀνάγκην εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι. καταγελῶν δέ μου κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ Μαρίνῳ, πρωτεύειν τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ δυναμένους ἰώμενος, οὐκ οἶδ᾿ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαινοῦσι καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον αὐτοὺς γνώσεσθαι τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔδημον 

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]