Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀποστρέφων ἐνίοτε μὲν τὸν λόγον, ἀποβλέπων τε πρὸς τοὺς ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος ἄγοντα, τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν ὑπισχνεῖται Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ᾿ αὐτοῦ καὶ τὴν θεραπείαν οἶδ᾿ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ᾿ ἀρχὴ φθόνου τότε πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις. ἐκ γὰρ τῶν τριῶν τεταρταίων τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν προθεσμίαν τῆς λύσεως ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγησαν· ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς ηὔχοντο. παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ᾿ ἐμοῦ προῤῥηθεῖσαν ἡμέραν, οὐκ ἐπὶ ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θεραπείᾳ δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης μονονοὺ κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς ἐμὲ βλασφημίας· ὁμοίως δ᾿ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]