Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου τῶν τεταρταίων ἀτυχῆσαί με τῆς τε προῤῥήσεως καὶ τῆς ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους ἀποφήνασθαι πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿ αὐτὴν ἀπόκρισιν ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ, φαιδροτέροις γεγονόσιν, ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον ἐγὼ παρὰ τὸ ἔθος ἐν ἐπισκέψει τινι κατεχόμενος, ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην, ἐπικριθῆναι τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ βουλόμενος. ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας ἐξέτεινε τὴν χεῖρα, κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε ἀγγέλλοιμι.

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]