Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα ἰδικῶς μοι φράσον. ἐγὼ δ᾿, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κεφάλαιον αὐτὸ ἀθρόως ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις ; οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ μέρος. ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς νοσώδους διαθέσεως, ἦς ἀπαλλαγείσης, τῶν τ᾿ ἐπιγενομένων καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων ἁπάντων ἡ λύσις ἀκολουθήσει. καὶ τοῦτ᾿ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδηλωκέναι τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν ἐκ τοῦ σώματος ἅπασαν οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς. πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι; οὐ γὰρ δὴ φθεγξαμένη γε ταῦτ᾿ εἶπε, ἀπόκριναί μοι, πάντως γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον ἁπάντων τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν κίνησιν, ἔφην, τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ᾿ ἑκάτερον διαστάσεως, ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις ῥηθεῖσιν ὁ Εὔδημος

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]