Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ὑπολαβὼν ἔφη, ἀλλ᾿ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα, τάχα δὲ καὶ οὔρων πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις, αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς ἀναστομωθεῖσα κένωσιν ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰκεῖον ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας μὲν οὖν, ἔφην, ἐσομένης τάδε καὶ τάδε προηγεῖται σημεῖα, καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ᾿ ἐν τῷ λόγῳ καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω γαστρὸς κενώσεως ἀθρόας κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαίρετον σημεῖον, ἀλλ᾿ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι καταλείποιτ᾿ ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτικῶς, ἔφη, συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν ἀλλήλοις. παραγενόμενος δ᾿ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤῥήσεως, οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσόφου, καθάπερ εἴωθεν· κεκραγότος δὲ πρὸς ἅπαντας ἡμᾶς τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ 

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]