Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ τοῦ θεραπεύειν αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην λύσιν τοῦ νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγειλάμενος ἐκ πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως ἔτυχον. ἀπήλλαξε δέ με τριῶν τεταρταίων, οἷς ἀκαίρου πόσεως τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐτῆς ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλλαξέ με καταγελώμενος ὑπ᾿ αὐτῶν, εἴ γε νομίζει γέροντα χειμῶνος ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν.

Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με τοῖς ἐν Ῥώμῃ γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ᾿ οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ φίλος εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε κατὰ τὴν γεγονυῖαν ἡμέραν ἀπόφασίν μου, περὶ τῆς ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν ἐκεῖνοι θορυβώδη νομίζοντες, οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ᾿ ἄχρι ῥήματος

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]