Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς ἄκρον ἥκοντας κακοηθείας, καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ᾿ ὅσοι φθάνουσιν εἶναι πονηροὶ, πραγμάτων ὕλην εὑρόντες ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω πόλεσιν ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς, ἐμιμήσαντο τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν πονηρίας. ἐρῶ δέ σοί τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ γὰρ μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη τὴν πονηρίαν ηὔξησε τῶν φύσει πονηρῶν, ἀλλὰ καὶ μάθησις ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γινομένας ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν ὑπό τινος πανουργοῦντες, ἐπ᾿ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ τῆς πρώτης πείρας ὦν πράττοντες κακῶς ἐγνώσθησαν ἀσφαλέστερον προσφέρονται, οὐ σμικρὰν ἔχει δύναμιν οὐδ᾿

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]