Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ δ᾿ ἐν ταῖς σμικραῖς πόλεσιν οὔθ᾿ ὑπὸ μεγέθους κερδῶν δελεαζόμενοι, καθάπερ οἱ τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον ἔχουσι τὴν θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάντων, ἃ πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κακίαν τῆς φύσεως αὐτῶν. ἐπιτίθενται γὰρ τοῖς ἀγνοοῦσιν αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ᾿ ὅταν ἀντιδακεῖν αὐτοὺς οἱ δι᾿ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δάκνουσιν ἀλλήλους, ἐάν τι καὶ σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν οἱ παρ᾿ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον οἱ τῇδε καθ᾿ ἡμῶν ποιοῦντες τὰς συνωμοσίας, μόνῳ τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ ἐν τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην, ἀκήκοας ἤδη πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς πόλεως τῆσδε χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα διατριβὴν,

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]