Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ φαρμάκων ἀναιρεθῆναι μεθ᾿ ὧν ἧκε δυοῖν ἱκετῶν· χάριν, ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διηγησαμένῳ τὰ τῆς πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυτὸν φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε τὴν ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσδε καὶ πολυανθρώπου πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ σμικρὰν, ἐν ᾖ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε γεγόναμεν ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου καὶ βίου. τραπόμενος οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα.

Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ παραγενόμενος εὐθέως κατὰ τὴν πρώτην ἡμέραν ἔφην εἰσβολὴν παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν, ἐθεράπευσα, τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς ἐπ᾿ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε παρακληθεὶς, ἄνθρωπόν τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ νῦν Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέργως

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]