Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα τῆς Ἰουστοῦ γυναικὸς, ἦς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί τι μόριον πεπονθέναι ἐξεῦρον οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο λεχθήσεται. τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἀγῶνα, παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ᾿ αὐτοῖς ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε πρῶτον ὅθεν ἤρξατο διελθὼν, ἵν·, εἰ καὶ τινων τῶν ἀξίων κοινωνίας τοιούτων λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν ἀκολουθίαν ἅπασαν ἴδοις τῶν γενομένων· καὶ μὴ διὰ παντὸς ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔργων τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ᾿ αὐταῖς λόγων ἐπράχθη μοι τοὺς φθονεροὺς ἰατρούς τε καὶ φιλοσόφους ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ᾿ αὐτῶν ἐπὶ τοῦτ᾿ ἦλθον, Ὁμήρου με παιδεύσαντος

Ἄνδρ᾿ ἐπαμύνασθαι, ὅτε τις προτέρως χαλεπήνῃ.

τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλάβιος

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]