De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ
ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνασθαι
τὸν διδάσκαλον Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς
ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν Ἀλέξανδρον
ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φιλονεικίας
γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει
πρὸς ἁπάντων καὶ Ἀλέξανδρος ἐγινώσκετο, καθάπερ καὶ
τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων
λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ
φάρυγγος μυσὶν ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν
μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ᾿ οἶς βρόχῳ διαληφθεῖσιν,
ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ᾿ εἰς τὴν
ζωήν τι βλαπτομένου, οὔτ᾿ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξανδρος
ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο πρῶτον, ἔφη, ἄν σοι
συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν
ἡμᾶς δεῖν. ἀκούσας δ᾿ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχωρίσθην
ἓν μόνον φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ
εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν ἀφικνεῖσθαι.
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]