Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἐμοῦ δὲ χωρισθέντος οἵ τ᾿ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνωσαν ὅ τ᾿ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακείμενοι πρὸς τὴν φιλονεικίαν αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν, ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο καὶ τῷ Σεβήρῳ καὶ τῷ Παύλῳ καὶ τῷ Βαρβάρῳ, πάντες οὖν σφοδρῶς ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς αὐτὸ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλοσοφίαν ἦσαν ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν εἰσπνοὴν γίνεσθαι διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομένου, δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ᾿ ὧν τε διαστέλλονται καὶ πρὸς τοῦτό γε τὰ εἰς αὐτοὺς κατεσχημένα νεῦρα, τὴν ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργάζοιτο, βιαίαν δ᾿ εἶναι τὴν ἑτέραν αὐτῆς γινομένην μετὰ ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς ἡ

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]