Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

αὐτῶν καὶ πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι θεάσασθαι· δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον πάλιν ἧκον. εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι, μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν γυναῖκα, καὶ γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως προσενεγκαμένην , ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ τειρομένην, ἣν ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ γενέσθαι, προεγνωσμένου γάρ μοι τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο, παραγενομένου τινὸς ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην· ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ προσώπου, κᾀγὼ θεασάμενος τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι· ὁ αὐτὸς οὖν καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]