Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν αὐτοῖς εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχάζεσθαι, τοῦτο συνεβούλευσα βεβαίας ἕνεκεν διαγνώσεως, εἰπεῖν αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο, μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς ἄλλον οἰκέτην τῆς διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν. ὡς δὲ ὁ δεσπότης αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσεσθαι καὶ διὰ τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμερῶν τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος ἀνεκτήσατο. τί δή ποτ᾿ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προειρημένην γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπουμένους; ἐκ γὰρ κοινῶν ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας. ἐγὼ μὲν ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ τῆς ψυχῆς πάθη πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν ταράξαντας οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπιστάμενος

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]