De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
διδόμενα πρὸς τῷ ταῖς ποιότησιν ὑπάρχειν ἐπιτήδεια
καὶ τῇ ποσότητι σύμμετρα εἶναι, τὴν μητέρα τοῦ παιδὸς
ὑποσχομένην ἀκριβῶς αὐτὸν φυλάξαι ἐπέστησε φύλακα παρακαθημένην
τε δι᾿ ὅλης τῆς ἡμέρας, ἀποκωλύουσάν τε τοὺς
εἰς τὸν οἶκον ἐκεῖνον εἰσιόντας, κατὰ τὸν οἶκον αὐτοῦ κοιμωμένου,
ἀποκεκλεισμένον ἔνδοθεν ἀκριβῶς ἀπ᾿ αὐτῆς. ἐπεὶ
δὲ τέτρασιν ἡμέραις οὕτω φυλαττόμενος ἐθερμάνθη διὰ
τῆς νυκτὸς, ὁ Βοηθὸς ἀναρτήσας με καὶ παραλαβὼν ἦγεν
εἰς τὴν οἰκίαν ἐπὶ τὸν παῖδα, συνηκολούθησαν δ᾿ αὐτῷ καὶ
οἱ κατὰ τὴν ὁδὸν ἀπαντῶντες, ἐν οἶς ἦσθα καὶ σύ. κατέλαβον
δὲ ἐκ μὲν τοῦ κοιτῶνος ἅμα τῇ μητρὶ προεληλυθότα
τὸν παῖδα πρὸς ἕτερον οἴκημα, ἐν ᾧ καὶ κλίνη, καθ᾿ ἦς ἡ
μήτηρ τοῦ παιδὸς ἐκαθέζετο· σκίμπους δέ τις ἔζευκτο μικρὸν
τῶν μέσων αὐτοῦ κατωτέρω, καθ᾿ οὗ τὸν παῖδα κατακλίνασα
παρεφύλαττεν, ὡς μηδεὶς αὐτῷ προσέρχοιτο. καθέδρα
δὲ ἦν μία τοῦ σκίμποδος, οἶα σύμμετρον ἐφ᾿ ἑαυτῇ
ἐπ᾿ αὐχένι ἔχουσι. κατάντικρυς δὲ τοῦ σκίμποδος πρὸς τοῖς
ἄνω πέρασι τῆς κλίνης ἐφεξῆς ἀλλήλων ἔκειντο δύο βάθραι,
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]