Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

καθ᾿ ὦν ὁ Βοηθὸς ἡμᾶς καθίσας αὐτὸς, τῇ γυναικὶ παρακαθε σθεὶς, ἤγαγον Γαληνὸν, ἔφη, τοῦτον ὅπως ἀκούσῃ παρὰ σοῦ περὶ τῆς ἀκριβοῦς φυλακῆς ἐν ταύταις ταῖς ἡμέραις γεγενημένης τοῦ παιδὸς, ὡς οὐδὲν ἐν τῇ διαίτῃ πλημμελοῖτο· θεασάμενός τε πότερον ὄντως ἐπύρεξε διὰ τῆς νυκτὸς, ἢ σὺ φάσκουσά μοι θερμότερον αὐτὸν γεγονέναι παρελογίσθης ὑπὸ δειλίας, ὡς οἰηθῆναι πυρετὸν εἶναι τὴν θερμότητα δι᾿ ἄλλην ἴσως αἰτίαν γενομένην· ἵνα μὲν ὅπως διάγει σαφῶς ἡμῖν δηλώσειεν, ἄμα δὲ καὶ τὰ τῆς διαίτης αὐτῷ πάντα σε διδάξειεν. ἁψάμενος οὖν ἐγὼ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας τοῦ παιδὸς ἀπύρετον μὲν αὐτὸν ἔφην εἷναι, παρέχειν δέ μοι σκωμμάτων ἀρχὴν τοῖς ὀνομάζουσί με μάντιν. ὑπολαβὼν οὖν ὁ Βοηθὸς ἔφη· κᾀγὼ πρὸς ἐκείνους, ὡς οἶσθα, καλεῖν εἴωθά σε μάντιν ὄντα, ὅταν τοιοῦτον εἴπῃς, ὁποῖον οἱ ἀντίτεχνοί σου φάσκουσιν ἀδύνατον εἶναι, διὰ τῶν τῆς ἰατρικῆς θεωρημάτων γνωσθῆναι. ἀλλά τοι μέχρι δεῦρο πάντ᾿, ἔφην, ἔδειξά σοι τὰ τοιαῦτα διὰ θεωρίας ἰατρικῆς εὑρισκόμενα καὶ τινάς τε τῶν ἰατρῶν

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]