Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

αὐτὰ γεγραφότων. λέγειν οὖν ἐκελεύετε πάντες ἤδη τὸ μάντευμα· κᾀγὼ δεηθεὶς ἅπαξ ἔτι συγχωρήσειν μοι τῶν σφυγμῶν ἅψασθαι τοῦ παιδὸς, ἐπειδὴ τοῦτ᾿ ἔπραξα, μαρτυρήσεις, ἔφην, ὦ Βοηθὲ, μηδένα μοι παραγινομένῳ μετὰ σοῦ διαλεγομένων ἡμῶν δι᾿ ὅλης τῆς ὁδοῦ προσεληλυθότα τὸ μέλλον λέγεσθαι μάντευμα μεμηνυκέναι. φάντος οὖν αὐτοῦ μαρτυρήσειν, οἶσθα ὅπως γελάσας ἐγὼ προσέχειν τε καὶ ἀκούειν ὑμᾶς ἐκέλευσα τὸ τοῦ μάντεως θέσπισμα τοιόνδε τι φήσας εἶναι· τῷ Κυρίλλῳ τούτῳ κατὰ τὸν οἶκον τοῦτον ἀποκέκρυπταί τι τῶν ἐδωδίμων, ὅπως ὅταν εἰς τὸ βαλανεῖον ἡ μήτηρ αὐτοῦ πορευομένη κλείσῃ τὸν οἶκον, εἶτα ὑπὲρ ἀσφαλείας εἰς γλωττόκομον ἐμβάλλουσα τὴν κλεῖν κατασημήνηται, τοῦτο γὰρ ἀκούω ποιεῖν αὐτὴν ἑκάστοτε, κατακεκρυμμένον ἀνελόμενος ὁ υἱὸς αὐτῆς οὕτως προσενέγκηται. ταῦτ᾿ ἀκούσας Βοηθὸς εὐθέως ἐξορμήσας πρὸς τὸν παῖδα συναρπάζει τε καὶ μετακομίσας ἐπὶ τὴν κλίνην, ἀναστορεθῆναι τὸν σκίμποδα κελεύσας, ἐπειρᾶτο τὸ κατακεκρυμμένον ὡς αὐτίκα φανησόμενον. ἐπειδὴ τά τ᾿ ἐπιβλήματα πάντα καὶ τὸ ὑπεστορεσμένον αὐτοῖς ἀνετινάχθη, τὸ γνάφαλον ἑξῆς 

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]