Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἀνετίναξεν. εἶτα τὴν καθέδραν ἐπάρας ἐπεσκοπεῖτο μή τι κατακεκρυμμένον ὑπ᾿ αὐτῇ φανείη. ὡς δ᾿ οὐδὲν οὐδ᾿ οὕτως ἐφάνη, μετακομίσας ἀπὸ τῆς κλίνης τὸ παιδίον ἐπὶ τὸν σκίμποδα τὴν κλίνην ὅλην ἀναστορέσας, ἐκέλευσεν αὖθις στρώννυσθαι. γελάσας τε, τί, φησὶν, ὁ μάντις λέγει; θαυμάσας δ᾿ ἐγὼ διότι μηδὲν εὗρεν ἐφ᾿ ὧν ᾤετο κατακεκρυμμένον, ὃ μόνον ἀζήτητον, ὡς οὐδενὸς ὑποπτεύοντος ἐν αὐτῷ περιέχεσθαι τὸ ζητούμενον ἐπάρας ἀνέσειον· ἦν δὲ τοῦτο παντελῶς σμικρὸν τῆς μητρὸς αὐτοῦ ταραντινίδος ἐπικείμενον τῇ καθέδρᾳ, σεισθέντος δ᾿ αὐτοῦ μέρος ἄρτου τὸ περιεχόμενον ὑπ᾿ αὐτοῦ κατὰ γῆς ἔπεσε καὶ ὑμεῖς πάντες ἀνακεκράγατε μέγιστον ἅμα τῷ Βοηθῷ γελῶντες καὶ τὴν μαντικὴν ἐπαινοῦντες. ὁ δ᾿ οὖν Βοηθὸς ὑπὲρ πάντας γελῶν ἐθαύμαζε πῶς ὁ σφυγμὸς, εἰ καὶ τὸ κατακεκρυμμένον ἐδώδιμον, ἱκανός ἐστι δηλοῦν. ἀλλὰ τό γε μέλλον ὑπὸ τοῦ παιδὸς ἔσεσθαι λουομένης τῆς μητρὸς ἐμήνυσα· κᾀγὼ πρὸς αὐτὸν ἔτι ἔφην, ὦ δριμύτατε, μὴ δηλωσάντων τοῦτο τῶν σφυγμῶν ὁ Γαληνὸς ἐτεκμήρατο. κλεισθείσης γὰρ ἀκριβῶς

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]