Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἔγνω τις αὐτῶν κατὰ τύχην ἃ προσελογίσω, προσεπιλογίσασθαι δύνασθαι. διὰ τὸ μήτε φῦναι συνετοὶ μήτε μαθήσει γεγυμνάσθαι τὸν λογισμόν. ἀλλά γε τῆς κακοηθείας ἔφην ἔργα γεγυμνασμένοι τέ εἰσι καὶ σοφοί.

[Τὴν γυναῖκα τοῦ Βοηθοῦ τῷ γυναικείῳ ῥῷ περιπεσοῦσαν ἰᾶται παρὰ τὴν ἄλλων δόξαν.] Τούτων μὲν οὖν, ὦ Ἐπίγενες, αὐτὸν ἔχω μάρτυρά σε, πολλῶν δ᾿ ἄλλων ἑτέρους ἁπάντων τῶν πραχθέντων μοι κατὰ τὴν πρώτην ἐπιδημίαν. ἤκουες δ᾿ αὐτὸ παρ᾿ αὐτῶν τῶν ὑπ᾿ ἐμοῦ θεραπευθέντων. ἓν οὖν ὄντως θαυμάσιον πραχθὲν, ὃ οὐ μόνον με παραδοξολόγον ὡς ἔμπροσθεν οἱ πολλοὶ τῶν ἰατρῶν ὠνόμαζον, ἀλλὰ καὶ παραδοξοποιὸν ἐποίησε κληθῆναι σιωπήσω. ἡ γὰρ τοῦ Βοηθοῦ γυνὴ τῷ καλουμένῳ ῥῷ γυναικείῳ περιπεσοῦσα κατ᾿ ἀρχὰς μὲν αἰδουμένη τοὺς ἀξιολόγους ἰατροὺς, ὦν εἶς ἤδη κᾀγὼ πᾶσιν ἐδόκουν εἶναι, ταῖς συνήθεσι μαίαις ἀρίσταις οὔσαις τῶν κατὰ τὴν πόλιν ἑαυτὴν ἐπέτρεπεν. ὡς δ᾿ οὐδὲν ὠφελεῖτο, πάντας ἡμᾶς ὁ Βοηθὸς ἀθροίσας ἐπεσκοπεῖτο τί χρὴ ποιεῖν. ὡς δὲ συνωμολογήθη,

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]