Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

κατὰ τὴν γεγραμμένην ὑφ᾿ Ἱπποκράτους τε καὶ τῶν ἀρίστων μετ᾿ αὐτὸν ἰατρῶν θεραπείαν, ἅπαντα πράττειν ἀξιώσαντος αὐτοῦ καὶ συνεχῶς ἐπιφαίνεσθαί με ταῖς ὑπηρετούσαις αὐτῇ γυναιξὶν, ὁρᾷν τε τὰς ὕλας τῶν κατὰ μέρος βοηθημάτων πρὸς τὸν καθόλου σκοπὸν ἀποβλέποντα, κεφάλαιον ἔχοντα, ξηραίνειν μὲν οὐ μόνον τῆς μήτρας τὰ χωρία, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα, προσφέρειν τε καὶ ἀλειμμάτων στυφόντων τοῖς γυναικείοις τόποις, ἐποίουν οὕτως. ἐπεὶ δὲ ταῦτα πραττόντων ἐφαίνετο χείρων ἡ διάθεσις ἀποτελουμένη, κατὰ τὸ εἰκὸς ἀπορία πᾶσιν ἡμῖν ἐγίνετο καὶ ζητοῦσιν ἑτέραν ἀγωγὴν θεραπείας, ἐφ᾿ ἣν μεταβῶμεν, οὔτ᾿ ἐκ λογισμοῦ τις εὕρισκεν οὔτ᾿ ἐκ πείρας ἀνεμιμνήσκετο βέλτιον τῆς ὑπὸ τῶν ἀρίστων ἰατρῶν ὁμολογουμένης. ἐν τούτῳ δὲ καὶ ὄγκος τις ὤφθη κατὰ τὴν γαστέρα παραπλήσιος τῷ γινομένῳ ταῖς κυούσαις, ὃν ἔνιαι τῶν θεραπευουσῶν αὐτὴν γυναικῶν ᾠήθησαν ὄντως ἐπὶ κυήσει γενέσθαι, οὐ μὴν τῶν γε ἄλλων ἰατρῶν τις ἐπείθετο. τὰ γὰρ ἐκκρινόμενα γνωρίσματα ὄντα τοῦ ῥοῦ τοῦ γυναικείου καθ᾿ ἑκάστην ἡμέραν

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]