Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

οὐ διὰ ξηραινούσης ὕλης μόνον, ἀλλὰ καὶ θερμαινούσης, ὅπως μὴ τήκοιτο τὸ σῶμα, ψυχρᾶς κράσεως ἀμέτρως ὑπάρχον· καὶ μάλιστ᾿ ἐπειδὴ θέρους ὥρᾳ κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἡμεῖς τοὐναντίον ἐπράττομεν, ἐν θαλαττίᾳ ψάμμῳ θερμῇ κατακλίναντες αὐτήν· λογισάμενος δέ τι καὶ ἄλλο κοινότερον ἁμάρτημα κατὰ τὰ πλεῖστα τῶν παθῶν ἑκάστοτε γιγνόμενον ὑπὸ τῶν ἰατρῶν κενούντων μὲν τὸ περιττὸν, ὅπως δὲ μὴ γεννῷτο παραπλήσιον τῷ κενωθέντι παραλειπόντων, ἐνενόησα τὸν σκοπὸν τῆς διαίτης ποιήσασθαι διά τε πόματος ἐλαχίστου καὶ τρίψεως ὅλου τοῦ σώματος, ἔτι τε χρίσεως οὕτω σκευαζομένης, οὐ διὰ πίττης τε καὶ ῥητίνης, ἀλλὰ διὰ μέλιτος μόνου μέχρι πλείονος μὲν ἑψηθέντος, ἀποψυχθέντος δ᾿ εἰς τοσοῦτον, ὡς τούτῳ δὴ τῷ κατὰ τὰς κρήνας ὕδατι θέρους ὥρᾳ παραπλήσιον εἶναι. καθάπερ δὲ διὰ τοῦ δέρματος ἔγνων ἄμεινον εἶναι διαφορεῖν τὴν περιττὴν ὑγρότητα, τὸν αὐτὸν τρόπον οὐρητικοῖς τε φαρμάκοις ἐπὶ τὴν κύστιν αὐτὴν ποδηγεῖν· ἐπιμελεῖσθαι δὲ τοῦ καὶ διὰ κάτω γαστρὸς ὑπάγεσθαι. πειραθεὶς δ᾿ ἐν ταῖς μετὰ

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]