Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

τὴν ἀθρόαν ἔκκρισιν ἡμέραις ἐφεξῆς ὡς ἑπτὰ, καθ᾿ ἃς ὁ μὲν Βοηθὸς ἅπαντας ἡμᾶς ἰδίᾳ τε καὶ κοινῇ παρεκάλει σκοπεῖσθαί τινα θεραπείας τρόπον, ἀπαγαγὼν αὐτὸν ἀπὸ τῶν παρόντων οἰκετῶν τε καὶ φίλων ἰδίᾳ ἐπὶ τῆς οἰκίας διελέχθην, οὐδὲν, εἰπὼν, ἄχρι τήμερον οὐδὲ καθ᾿ ἕν με σφαλέντα τῶν ἰατρικῶν ἔργων ἐπιστάμενος ἐπίσκεψαι κατὰ σαυτὸν εἰ συγχωρεῖς δέκα ταῖς πάσαις ἡμέραις, ὡς βούλομαι πρᾶξαι περὶ τὴν γυναῖκά σου· κᾂν μὲν ἄμεινον ἴσχειν ἑκάστοτε φαίνηται, μετὰ ταῦτα ἄλλαις τοσαύταις ἐπιτρέψεις μοι πράττειν τι περὶ αὐτήν· εἰ δὲ μὴ, τότε κᾀγὼ χωρισθήσομαι τελέως αὐτῆς. ἑτοίμως δέ μοι συγχωρήσαντος αὐτοῦ, πρῶτον μὲν ὑδραγωγῷ φαρμάκῳ διὰ τῆς κάτω γαστρὸς ἐκένωσα, μετὰ ταῦτα δὲ πίνειν ὕδωρ ἐναφεψηθέντος ἀσάρου τε καὶ σελίνου. ἐπεὶ δὲ ταῖς πρώταις ἡμέραις δύο τούτων γενομένων οὐδὲν ἐφάνη τοῦ ῥοῦ, κατὰ τὴν τρίτην ἔδωκα πάλιν οὐ πολὺ τοῦ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦντος τὸ ῥέπον ἔμπροσθεν εἰς τὴν μήτραν, οὐ μόνον δι᾿ οὔρων, ἀλλὰ καὶ διὰ τῆς κάτω γαστρὸς παροχετεύειν βουλόμενος.

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]