Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

καὶ μετ᾿ αὐτὸ ἔχριόν τε τῷ μέλιτι καθ᾿ ἑκάστην ἡμέραν, ἀνέτριβόν τε τὸ σῶμα τὰ μὲν πρῶτα διὰ σινδόνων μαλακωτάτων, εἶτα διὰ σκληροτάτων· ἐδίδουν τε κρέα τῶν ὀρείων ὀρνίθων, ἰχθύων δὲ πετραίων. ὡς δὲ διὰ τούτων ἡμέραις πεντεκαίδεκα τῆς θεραπείας γινομένης οὐδὲν ὅλως ἐφάνη τοῦ πάθους γνώρισμα, γνοὺς ὁ Βοηθὸς μεῖζον ἢ κατὰ τὴν ὑπόσχεσιν εἰργασμένον με, τελέως ἐκθεραπεῦσαι τὴν διάθεσιν ἐδεῖτο, ὑποθήκας τε δοῦναι πρὸς τὸν λοιπὸν χρόνον, ὅπως μηκέθ᾿ ὁμοίως νοσήσειε. ἐπεὶ δὲ πληρωθέντος τοῦ μηνὸς εὔχρους τε ἦν ἀκριβῶς, ὡς μηδὲν ἀποδεῖν ἀκριβῶς τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν δὲ τοῦ ῥεύματος ἐπεφάνη, τετρακοσίους μὲν ἔπεμψέ μοι χρυσοῦς, ηὔξησέ τε τὸν φθόνον τούτων τῶν γενναίων ἰατρῶν ἐφ᾿ οἷς ἐτύγχανεν ἐπαινῶν με. καὶ μέντοι καὶ αὐτὸς ἕτοιμος ἦν, ὥσπερ ὅ τε Σεβῆρος, τὸ μηνῦσαι τὰ κατ᾿ ἐμὲ τῷ τε κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ὄντι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ αὐτοκράτορι. Λεύκιος γὰρ ἀπεδήμει τῆς πόλεως ἕνεκα τοῦ Παρθικοῦ πολέμου γενηθέντος ὑπὸ Βολογέσου.

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]