Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

[Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.] Κἀγὼ θεασάμενος αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι πρᾶξαι κωλυθῶ τῆς ἐς Ἀσίαν ἐπανόδου , παρεκάλεσα βραχὺν ἐπισχεῖν χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι. καὶ τοίνυν ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων πόλεως ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν οἴκησιν· ᾧ προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων, ἡμέρᾳ μιᾷ τῶν ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν τε παραχρῆμα καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν εἰς τὴν πατρίδα παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον ἐπράχθη. ἐγὼ δ᾿ ἀνὰ Καμπανίαν γενόμενος, εἶτ᾿ ἐκεῖθεν ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα κατὰ τὴν πρώτην ἀναγενομένην ναῦν, εἴτ᾿ ἐς Δυῤῥάχιον εἴτ᾿ ἐπὶ τῆς Ἑλλάδος πλέοι, διαπεραιωθῆναι· δεδιὼς μή 

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]