Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ αὐτοκράτωρ γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην εἰς Ῥώμην ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα. ζητοῦντες δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου πυνθανόμενοι ποῦ ποτ᾿ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ διατρίβειν με, τὸ μὲν πρῶτον ὑπώπτευον τὸ γεγονός· προϊόντος δὲ τοῦ χρόνου μήθ᾿ ὁρῶντες μήτε τὸν ἐμὸν ἄνθρωπον ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα· καὶ τότε μόγις ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν Ῥώμην, ὅτι μὴ ψευδῶς, ἀλλ᾿ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ᾿ οὐ πολὺν ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ᾿ ἑτέρου τοῦ πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει. γενομένου δὲ λόγου περὶ τῶν ἔργοις, οὐ λόγοις ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες οὖν ἤδη τῆς πόλεως, ὡς ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]