Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

αὐτὰς ἔσεσθαι. ὡς εἴ γε ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς ἀναξίοις, οὐκ ἂν οὐδ᾿ ἐκείνοις ἔδωκα. καλῶ δ᾿ ἀναξίους ὅσοι μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν ἀνάγνωσιν ἥκουσιν, ἀλλ᾿ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία πᾶσα γέγραπται τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν ἅλλων προγνωστικῶν σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν βουληθέντι σοι μαθεῖν ἐκ τίνος θεωρίας ἐγένετο, ῥᾳδία καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι, γεγυμνασμένῳ τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις ἰατροῖς, ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς πανουργίαν δ᾿ ἐκτραπόμενοι τὴν ἐπ᾿ αὐτῇ τέχνην ἤσκησαν, οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων δύνανται οὔτε ἀκουσθῆναι.

[Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις αὐτῆς δι᾿ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου υἱὸς ἤρξατο μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]