Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ᾿ αὐτοῦ τούτου πρόγνωσίς ἐστι, διὰ τῶν περὶ κρίσεως ὑπομνημάτων γέγραπται, δι᾿ ὧν καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ περιμείνασα τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ Ἕξστῳ δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ κοιτωνίτῃ ὅ τι θεσπίζοιμι περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων εἶναι προειρηκότος. ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν τὸ νόσημα· κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον. ἑκταῖον μὲν οὖν κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν κρίσιν ἐξ ἀνάγκης δι᾿ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως γε ἐκρίθη, φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο μὲν καθ᾿ ἑκάστην ἡμέραν, οὔτε δ᾿ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν χυλοῦ πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]