Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς τοῦ νοσήματος. ἀπεκρινάμην οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς· εἶτα κριθησομένου κατὰ τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει γενησομένην λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δηλονότι, τοῦτο καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ᾿ ὅτι οὐκ ἂν σφαλείην ὑπὲρ τοῦ σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ μοι· τὸ δὲ τῆς ἡμέρας ἐν ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον ὑπὲρ τῶν εἰς τετάρτην ἡμέραν ἐσομένων. ἅτε δ᾿ οὕτως διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν Ἕξστου περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην ἐπίσκεψιν. ὡς δὲ θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ διαμενεῖς ἐπὶ τῶν αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]