Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

διά τε τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν περὶ τῶν κρίσεων πραγματείαν. τούτοις μέντοι τοῖς ἰατροῖς, οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς, ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ μάλιστα ἐὰν ἀπύρετος γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑποστροφῆς πυρέττῃ. καίτοι παρ᾿ Ἱπποκράτους κατὰ τῶν ἐπιδημιῶν βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ᾿ ἑκάστῳ τῶν ἀῤῥώστων ἄχρι τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ τὴν ιδ΄. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ΄. ἢ π΄. τύχῃ γεγενημένη. αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ τοῖς πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ᾿ οὐ τοιαύτη γε κατ᾿ ἀλήθειαν ἦν, ὥσπερ οὐδ᾿ ἡ μετὰ γνώσεως τῶν ἐνεστώτων θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν ἐκείνου γενομένη.

[Διάγνωσις τῆς κοιλίας παθούσης ὑπὸ τῆς εἰσβολῆς τοῦ πυρετοῦ.] Θαυμαστὴ δ᾿ ὄντως ἡ νῦν ἐπ᾿ αὐτοῦ τοῦ βασιλέως συμβᾶσα, δόξαντος μὲν καὶ

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]