De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν, ὅσοι συναπεδήμησαν
αὐτῷ, παροξυσμόν τινα πυρεκτικὸν ἄρξασθαι, σφαλέντων
δὲ πάντων καὶ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἕωθεν καὶ
περὶ τὴν ὀγδόην ὥραν. εἰλήφει δὲ τῆς προτεραίας τοῦ διὰ
τῆς ἀλόης πικροῦ φαρμάκου πρώτης ὥρας, εἶτα τῆς θηριακῆς,
ὡς ἔθος ἦν αὐτῷ καθ᾿ ἑκάστην ἡμέραν προσφέρεσθαι,
καὶ τότε προσενεγκαμένου περὶ ὥραν ὡς ἕκτην, εἶτα λουσαμένου
περὶ δυσμὰς ἡλίου καὶ βραχὺ τραφέντος καὶ ἐπιγενομένων
ὅλης τῆς νυκτὸς στρόφων ἅμα τῇ διὰ τῆς κάτω γαστρὸς
κενώσει, καὶ διὰ τοῦτο πυρέξαντος αὐτοῦ, καὶ τῶν
ἀμφ᾿ αὐτὸν ἰατρῶν θεασαμένων, ἡσυχάσαι τε κελευσάντων,
εἶτα ῥοφήματι θρεψαμένων ὥρας ἐννάτης, ἐμοῦ δὲ μετὰ
ταῦτα κληθέντος, ὅπως καὶ αὐτὸς ἐν τῷ Παλατίῳ κοιμηθείην,
ἧκέ τις καλῶν ἡμᾶς ἄρτι λύχνων ἡμμένων ὑπὸ τοῦ
αὐτοκράτορος στελλόμενος. ὡς δὲ τριῶν ὄντων τῶν ἕωθέν
τε καὶ περὶ τὴν ἕω ἑωρακότων αὐτὸν, ἁψαμένων τε δυοῖν
τῶν σφυγμῶν, ἐπισημασίας ἀρχή τις εἶναι πᾶσιν ἐφαίνετο,
σιωπῶν δὲ εἱστήκειν ἐγὼ, προσβλέψας με πρῶτον ἐπύθετο,
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]